صور الصفحة
PDF
النشر الإلكتروني

εὔνουν διαστὴν γῆς ἀλύπητον βάθρον.
ἁνὴρ γὰρ οὐ στενακτὸς οὐδὲ σὺν νόσοις
ἀλγεινὸς ἐξεπέμπετ ̓, ἀλλ ̓ εἴ τις βροτῶν
θαυμαστός. εἰ δὲ μὴ δοκῶ φρονῶν λέγειν,
οὐκ ἂν παρείμην οἷσι μὴ δοκῶ φρονεῖν.

[ dipus Coloneus, 1579-1666.]

XXIII.

Sleep.

Ὕπν ̓ ὀδύνας ἀδαὴς, Ὕπνε δ ̓ ἀλγέων,

εὐαὲς ἡμῖν ἔλθοις,

εὐαίων εὐαίων, ὦναξι

ὄμμασι δ ̓ ἀντίσχοις

τάνδ' αἴγλαν, ἃ τέταται τανῦν.

ἴθι ἴθι μοι παιών.

85

[ Philoctetes, 827-832.]

XXIV.

Philoctetes deprived of his bow.

Philoctetes. Ω πῦρ σὺ καὶ πᾶν δεῖμα καὶ πανουργίας
δεινῆς τέχνημ ̓ ἔχθιστον, οἷά μ' εἰργάσω,

οἱ ἠπάτηκας· οὐδ ̓ ἐπαισχύνει μ' ὁρῶν
τὸν προστρόπαιον, τὸν ἱκέτην, ὦ σχέτλιε;
ἀπεστέρηκας τὸν βίον τὰ τόξ ̓ ἑλών.

ἀπόδος, ἱκνοῦμαι σ', ἀπόδος, ἱκετεύω. τέκνον.
πρὸς θεῶν πατρῴων, τον βίον με μἀφέλῃς,

5

ὤμοι τάλας. ἀλλ ̓ οὐδὲ προσφωνεῖ μ ̓ ἔτι,
ἀλλ ̓ ὡς μεθήσων μήποθ', ὧδ ̓ ὁρᾷ πάλιν.
ὦ λιμένες, ὦ προβλῆτες, ὦ ξυνουσίαι
θηρῶν ὀρείων, ὦ καταρρώγες πέτραι,
ὑμῖν τάδ', οὐ γὰρ ἄλλον οἶδ ̓ ὅτῳ λέγω,
ἀνακλαίομαι παροῦσι τοῖς εἰωθόσιν,
οἷς ἔργ ̓ ὁ παῖς μὲ ἔδρασεν οὑξ ̓Αχιλλέως.
ὀμόσας ἀπάξειν οἴκαδ ̓, ἐς Τροίαν μ' ἄγει·
προσθείς τε χεῖρα δεξιὰν, τὰ τόξα μου
ἱερὰ λαβὼν τοῦ Ζηνὸς Ηρακλέους ἔχει,
καὶ τοῖσιν ̓Αργείοισι φήνασθαι θέλει.
ὡς ἄνδρ ̓ ἐλὼν ἰσχυρὸν ἐκ βίας μ' ἄγει,
κοὐκ οἶδ ̓ ἐναίρων νεκρὸν, ἢ καπνοῦ σκιὰν,
εἴδωλον ἄλλως. οὐ γὰρ ἂν σθένοντά γε
εἷλέν μ'· ἐπεὶ οὐδ ̓ ἂν ὧδ ̓ ἔχοντ', εἰ μὴ δόλῳ.
νῦν δ ̓ ἠπάτημαι δύσμορος. τί χρή με δρᾶν;
ἀλλ ̓ ἀπόδος. ἀλλὰ νῦν ἔτ ̓ ἐν σαυτῷ γενοῦ.
τί φής; σιωπᾷς. οὐδέν εἰμ ̓ ὁ δύσμορος.
ὦ σχῆμα πέτρας δίπυλον, αὖθις αὖ πάλιν
εἴσειμι πρὸς σὲ ψιλός, οὐκ ἔχων τροφήν·
ἀλλ ̓ αὐανοῦμαι τῷδ ̓ ἐν αὐλίῳ μόνος.
οὐ πτηνὸν ὄρνιν, οὐδὲ θῆρ ̓ ὀρειβάτην
τόξοις ἐναίρων τοισίδ ̓, ἀλλ ̓ αὐτὸς τάλας
θανὼν παρέξω δαῖθ ̓ ὑφ ̓ ὧν ἐφερβόμην,
καί μ' οὓς ἐθήρων πρόσθε θηράσουσι νῦν
φόνον φόνου δὲ ῥύσιον τίσω τάλας
πρὸς τοῦ δοκοῦντος οὐδὲν εἰδέναι κακόν.

10

15

20

25

30

ἔλοιο μή πω, πρὶν μάθοιμ ̓ εἰ καὶ πάλιν

γνώμην μετοίσεις· εἰ δὲ μὴ, θάνοις κακῶς.

[ Philoctetes, 927-962.]

35

XXV.

Woman's life.

Νῦν δ ̓ οὐδέν εἰμι χωρὶς, ἀλλὰ πολλάκις
ἔβλεψα ταύτῃ τὴν γυναικείαν φύσιν,
ὡς οὐδέν ἐσμεν· αἱ, νέαι μὲν ἐν πατρὸς
ἥδιστον, οἶμαι, ζῶμεν ἀνθρώπων βίον
τερπνῶς γὰρ ἀεὶ πάντας ἀνοία τρέφει.
ὅταν δ ̓ ἐς ἥβην ἐξικώμεθ ̓ εὔφρονες,
ὠθούμεθ ̓ ἔξω καὶ διεμπολώμεθα

θεῶν πατρῴων τῶν τε φυσάντων ἄπο,

αἱ μὲν ξένους πρὸς ἄνδρας, αἱ δὲ βαρβάρους,

αἱ δ ̓ εἰς ἀήθη δώμαθ', αἱ δ ̓ ἐπίρροθα.

καὶ ταῦτ ̓, ἐπειδὰν εὐφρόνη ζεύξη μία,

χρεὼν ἐπαινεῖν καὶ δοκεῖν καλῶς ἔχειν.

[Fragment 517.]

XXVI.

Love is all things and in all.

Ὦ παῖδες, ἥ τοι Κύπρις οὐ Κύπρις μόνον, ἀλλ ̓ ἐστὶ πολλῶν ὀνομάτων ἐπώνυμος. ἔστιν μὲν "Αιδης, ἔστι δ ̓ ἄφθιτος βία,

ἔστιν δὲ λύσσα μαινὰς, ἔστι δ ̓ ἵμερος

5

10

ἄκρατος, ἔστ' οίμωγμός. ἐν κείνῃ τὸ πᾶν,
σπουδαῖον, ἡσυχαῖον, ἐς βίαν ἄγον.

ἐντήκεται γὰρ πνευμόνων ὅσοις ἔνι
ψυχή. τίς οὐχὶ τῆσδε τῆς θεοῦ βορά;
εἰσέρχεται μὲν ἰχθύων πλωτῷ γένει,
ἔνεστι δ ̓ ἐν χέρσου τετρασκελεῖ γονῇ
νωμᾷ δ ̓ ἐν οἰωνοῖσι τοὐκείνης πτερὸν,
ἐν θηρσὶν, ἐν βροτοῖσιν, ἐν θεοῖς ἄνω.
τίν ̓ οὐ παλαίουσ ̓ ἐς τρὶς ἐκβάλλει θεῶν ;
εἴ μοι θέμις, θέμις δὲ τἀληθῆ λέγειν,
Διὸς τυραννεῖ πνευμόνων· ἄνευ δορὸς,
ἄνευ σιδήρου πάντα του συντέμνεται
Κύπρις τὰ θνητῶν καὶ θεῶν βουλεύματα.

[Fragment 678.]

XXVII.

Fortune changes as the moon.

̓Αλλ' οὑμὸς ἀεὶ πότμος ἐν πυκνῷ θεοῦ
τροχῷ κυκλεῖται καὶ μεταλλάσσει φύσιν.
ὥσπερ σελήνης δ ̓ ὄψις εὐφρόνας δύο
στῆναι δύναιτ' ἂν οὔποτ ̓ ἐν μορφῇ μια,
ἀλλ ̓ ἐξ ἀδήλου πρῶτον ἔρχεται νέα
πρόσωπα καλλύνουσα καὶ πληρουμένη,
χὤτανπερ αὑτῆς εὐγενεστάτη φανῇ,
πάλιν διαρρεῖ καὶ μηδὲν ἔρχεται.

[Fragment 713. ]

5

10

15

EURIPIDES,

Ι.

Song of the watch of Rhesus' camp before Troy.

[blocks in formation]

γίγνεται, καί τις προδρόμων ὅδε γ ̓ ἐστὶν ἀστήρ.

καὶ μὴν αίω, Σιμόεντος

ἡμένα κοίτας

φοινίας ὑμνεῖ πολυχορδοτάτα

γήρυϊ παιδολέτωρ μελοποιὸς ἀηδονὶς μέριμνας.

ἤδη δὲ νέμουσι κατ' Ιδαν

10

« السابقةمتابعة »