صور الصفحة
PDF
النشر الإلكتروني

ἐξῴκισέν τ' οἴκων γάμος, οὐ γάμος, ἀλλ ̓ ἀλάστορος τις

οἰζύς

ἂν μήτε πέλαγος ἅλιον ἀπαγάγοι πάλιν,

μήτε πατρῷον ἵκοιτ ̓ ἐς οἶκον.

40

[Hecuba, 905-952.]

XII.

Iphigenia's prayer.

Εἰ μὲν τὸν ̓Ορφέως εἶχον, ὦ πάτερ, λόγον,
πείθειν ἐπάδουσ', ὥσθ ̓ ὁμαρτεῖν μοι πέτρας,
κηλεῖν τε τοῖς λόγοισιν οὓς ἐβουλόμην,
ἐνταῦθ ̓ ἂν ἦλθον. νῦν δὲ τἀπ ̓ ἐμοῦ σοφά,
δάκρυα παρέξω· ταῦτα γὰρ δυναίμεθ ̓ ἄν.
ἱκετηρίαν δὲ γόνασιν ἐξάπτω σέθεν

τὸ σῶμα τοὐμὸν, ὅπερ ἔτικτεν ἥδε σοι,
μή μ' ἀπολέσῃς ἄωρον· ἡδὺ γὰρ τὸ φῶς
βλέπειν· τὰ δ ̓ ὑπὸ γῆν μή μ' ἰδεῖν ἀναγκάσῃς.
πρώτη σ ̓ ἐκάλεσα πατέρα, καὶ σὺ παῖδ ̓ ἐμέ
πρώτη δὲ γόνασι σοῖσι σῶμα δοῦσ ̓ ἐμὸν

φίλας χάριτας ἔδωκα κἀντεδεξάμην.

λόγος δ' ὁ μὲν σὸς ἦν ὁδ ̓· ἆρά σ ̓, ὦ τέκνον,
εὐδαίμον ἀνδρὸς ἐν δόμοισιν ὄψομαι,

ζωσάν τε καὶ θάλλουσαν ἀξίως ἐμοῦ ;

οὑμὸς δ ̓ ὅδ ̓ ἦν αὖ, περὶ σὺν ἐξαρτωμένης

γένειον, οὗ νῦν ἀντιλάζυμαι χερί

10

15

τί δ ̓ ἆρ ̓ ἐγὼ σὲ, πρέσβυν ἆρ ̓ ἐσδέξομαι
ἐμῶν φίλαισιν ὑποδοχαῖς δόμων, πάτερ,
πόνων τιθηνοὺς ἀποδιδοῦσά σοι τροφάς ;
τούτων ἐγὼ μὲν τῶν λόγων μνήμην ἔχω,
σὺ δ ̓ ἐπιλέλησαι, καί μ' ἀποκτεῖναι θέλεις.

μὴ πρός σε Πέλοπος καὶ πρὸς ̓Ατρέως πατρὸς

καὶ τῆσδε μητρὸς, ἡ πρὶν ὠδίνουσ ̓ ἐμὲ

νῦν δευτέραν ὠδῖνα τήνδε λαμβάνει.

τί μοι μέτεστι τῶν ̓Αλεξάνδρου γάμων

Ελένης τε, πόθεν ἦλθ ̓ ἐπ' ὀλέθρῳ τὠμῷ, πάτερ;
βλέψον πρὸς ἡμᾶς, ὄμμα δὸς φίλημά τε,

ἵν ̓ ἀλλὰ τοῦτο κατθανοῦσ ̓ ἔχω σέθεν
μνημεῖον, εἰ μὴ τοῖς ἐμοῖς πείθει λόγοις.
ἀδελφέ, μικρὸς μὲν σύ γ ̓ ἐπίκουρος φίλοις,
ὅμως δὲ συνδάκρυσον, ἱκέτευσον πατρὸς
τὴν σὴν ἀδελφὴν μὴ θανεῖν· αἴσθημά τι
κἀν νηπίοις γε τῶν κακῶν ἐγγίγνεται.
ἰδοὺ σιωπῶν λίσσεταί σ ̓ ὅδ ̓, ὦ πάτερ.
ἀλλ ̓ αἴδεσαί με καὶ κατοίκτειρον βίον.
ναὶ, πρὸς γενείου σ ̓ ἀντόμεσθα δύο φίλω
ὁ μὲν νεοσσός ἐστιν, ἡ δ ̓ ηὐξημένη.
ἐν συντεμοῦσα πάντα νικήσω λόγον·
τὸ φῶς τόδ ̓ ἀνθρώποισιν ἥδιστον βλέπειν,
τὰ νέρθε δ ̓ οὐδέν· μαίνεται δ ̓ ὃς εὔχεται
θανεῖν. κακῶς ζῆν κρεῖσσον ἢ θανεῖν καλῶς.

[ Iphigenia in Aulis, 1211-1252.]

20

25

30

35

40

XIII.

Iphigenia a willing sacrifice for Hellas.

Μῆτερ, εἰσακούσατε

τῶν ἐμῶν λόγων· μάτην γὰρ σ ̓ εἰσορῶ θυμουμένην
σῷ πόσει· τὰ δ ̓ ἀδύναθ' ἡμῖν καρτερεῖν οὐ ῥᾴδιον.
τὸν μὲν οὖν ξένον δίκαιον αἰνέσαι προθυμίας·
ἀλλὰ καὶ σὲ τοῦθ ̓ ὁρᾶν χρὴ, μὴ διαβληθῇς στρατῷ,
καὶ πλέον πράξωμεν οὐδὲν, ὅδε δὲ συμφορᾶς τύχῃ.
οἷα δ ̓ εἰσῆλθέν μ', ἄκουσον, μῆτερ, ἐννοουμένην·
κατθανεῖν μέν μοι δέδοκται· τοῦτο δ ̓ αὐτὸ βούλομαι
εὐκλεῶς πρᾶξαι, παρεῖσά τ ̓ ἐκποδὼν τὸ δυσγενές.
δεῦρο δὴ σκέψαι μεθ ̓ ἡμῶν, μήτερ, ὡς καλῶς λέγω
εἰς ἔμ ̓ Ἑλλὰς ἡ μεγίστη πᾶσα νῦν ἀποβλέπει,
κὰν ἐμοὶ πορθμός τε ναῶν καὶ Φρυγών κατασκαφαί,
τάς τε μελλούσας γυναῖκας ἤν τι δρῶσι βάρβαροι,
μηκέθ ̓ ἁρπάζειν ἐἂν τὰς ὀλβίας ἐξ Ελλάδος,

τὸν Ἑλένης τίσαντας ὄλεθρον, ἥντιν' ἥρπασεν Πάρις.
ταῦτα πάντα κατθανοῦσα ῥύσομαι, καί μου κλέος,
Ἑλλάδ ̓ ὡς ἠλευθέρωσα, μακάριον γενήσεται.
καὶ γὰρ οὐδέ τοί τι λίαν ἐμὲ φιλοψυχεῖν χρεών
πᾶσι γάρ μ' Ἕλλησι κοινὸν ἔτεκες, οὐχὶ σοὶ μόνῃ.
ἀλλὰ μυρίοι μὲν ἄνδρες ἀσπίσιν πεφαργμένοι,
μυρίοι δ ̓ ἐρέτμ ̓ ἔχοντες, πατρίδος ἠδικημένης,
δρᾶν τι τολμήσουσιν ἐχθροὺς χὐπὲρ Ἑλλάδος θανεῖν,
ἡ δ ̓ ἐμὴ ψυχὴ μί ̓ οὖσα πάντα κωλύσει τάδε ;

5

15

20

τί τὸ δίκαιον τοῦτό γ' ; ἆρά γ ̓ ἔχομεν ἀντειπεῖν ἔπος ; κἀπ ̓ ἐκεῖν ̓ ἔλθωμεν. οὐ δεῖ τόνδε διὰ μάχης μολείν 25 πᾶσιν ̓Αργείοις γυναικὸς οὔνεκ ̓ οὐδὲ κατθανεῖν.

εἷς γ ̓ ἀνὴρ κρείσσων γυναικῶν μυρίων ὁρᾶν φάος.
εἰ δ ̓ ἐβουλήθη τὸ σῶμα τοὐμὸν ̓́Αρτεμις λαβεῖν,
ἐμποδὼν γενήσομἀγὼ θνητὸς οὖσα τῇ θεῷ ;
ἀλλ ̓ ἀμήχανον· δίδωμι σῶμα τοὐμὸν Ελλάδι.
θύετ', ἐκπορθεῖτε Τροίαν. ταῦτα γὰρ μνημεῖα μου

30

διὰ μακροῦ, καὶ παῖδες οὗτοι καὶ γάμοι καὶ δόξ ̓ ἐμή. βαρβάρων δ ̓ Ελληνας ἄρχειν εἰκὸς, ἀλλ ̓ οὐ βαρβάρους, μῆτερ, Ἑλλήνων· τὸ μὲν γὰρ δοῦλον, οἱ δ ̓ ἐλεύθεροι. [Iphigenia in Aulis, 1368 1401.]

ARISTOPHANES.

I.

DICEOPOLIS, CHORUS OF ACHARNIAN OLD MEN, SLAVE, EURIPIDES.

Dicæopolis being in danger of his life from the chorus of Acharnian old men, who are angry at bis having made a private peace with the Lacedæmonians, goes to Euripides to obtain the dress of a suppliant, and delivers himself of a speech over the block.

Chorus. οὗτος αὐτός ἐστιν, οὗτος.

βάλλε βάλλε βάλλε βάλλε,

παῖς πᾶς τὸν μιαρόν.

οὐ βαλεῖς, οὐ βαλεῖς ;

Dicæop. Ηράκλεις, τουτὶ τί ἐστι ; τὴν χύτραν συντρίψετε. 5
Chorus. σὲ μὲν οὖν καταλεύσομεν, ὦ μιαρὰ κεφαλή.

Dicæop. ἀντὶ ποίας αἰτίας, ὦχαρνέων γεραίτατοι ;
Chorus. τοῦτ ̓ ἐρωτᾷς; ἀναίσχυντος εἶ καὶ βδελυρός,

ὦ προδότα τῆς πατρίδος, ὅστις ἡμῶν μόνος
σπεισάμενος εἶτα δύνασαι πρὸς ἔμ ̓ ἀποβλέπειν.

10

Dicaop, ἀντὶ δ ̓ ὧν ἐσπεισάμην οὐκ οἴδατ ̓ ἀλλ ̓ ἀκούσατε. Chorus, σοῦ γ' ἀκούσωμεν; ἀπολεῖ· κατά σε χώσομεν τοῖς

λίθοις.

« السابقةمتابعة »