صور الصفحة
PDF
النشر الإلكتروني

εἶθ ̓ ἡ μιαρὰ γραὺς, ἡ ἔφερεν τὸ παιδίον, θεῖ μειδιῶσα πρὸς τὸν ἄνδρα καὶ λέγει, λέων λέων σοι γέγονεν, αὐτέκμαγμα σὸν, τά τ ̓ ἄλλ ̓ ἁπαξάπαντα καὶ τὸ πόσθιον

τῷ σῷ προσόμοιον, στρεβλὸν ὥσπερ κύτταρον.— 15 ταῦτ ̓ οὐ ποιοῦμεν τὰ κακά; νὴ τὴν ̓́Αρτεμιν,

ἡμεῖς γε. κατ' Ευριπίδη θυμούμεθα,

οὐδὲν παθοῦσαι μεῖζον ἢ δεδράκαμεν ;

[Thesmophoriazusæ, 502-519.]

302

MINOR COMIC POETS.

Plato.

The tomb of Themistocles.

Ὁ σὸς δὲ τύμβος ἐν καλῷ κεχωσμένος
τοῖς ἐμπόροις πρόσρησις ἔσται πανταχοῦ.
τοὺς ἐκπλέοντάς τ ̓ εἰσπλέοντάς τ ̓ ὄψεται,
χὠπόταν ἅμιλλ ̓ ᾖ τῶν νεῶν θεάσεται.

[blocks in formation]

Β. ἀλλ ̓ οἶδα λέγειν περὶ τῶνδε σαφῶς

Παναθηναίοις γὰρ ἰδὼν ἀγέλην
μειρακίων ἐν γυμνασίοις

Ακαδημίας

ἤκουσα λόγων ἀφάτων ἀτόπων·
περὶ γὰρ φύσεως ἀφοριζόμενοι
διεχώριζον ζῴων τε βίον

δένδρων τε φύσιν λαχάνων τε γένη ̇
κᾆτ ̓ ἐν τούτοις τὴν κολοκύντην

ἐξήταζον τίνος ἐστὶ γένους.

Α. καὶ τί ποτ ̓ ἄρ ̓ ὡρίσαντο καὶ τίνος γένους

εἶναι τὸ φύτον ; δήλωσον, εἰ κάτοισθά τι.

Β. πρώτιστα μὲν οὖν πάντες ἀναυδεῖς

τότ ̓ ἐπέστησαν, καὶ κύψαντες
χρόνον οὐκ ὀλίγον διεφρόντιζον.
κατ' ἐξαίφνης ἔτι κυπτόντων
καὶ ζητούντων τῶν μειρακίων

ΙΟ

15

20

[blocks in formation]

ὁ Πλάτων δὲ παρὼν καὶ μάλα πράως, οὐδὲν ὀρινθεὶς, ἐπέταξ ̓ αὐτοῖς

πάλιν ἐξ ἀρχῆς τὴν κολοκύντην ἀφορίζεσθαι τίνος ἐστὶ γένους·

οἱ δὲ διῄρουν.

35

[Fragm. Inc. 1.]

5

Alexis.

Ι.

Live while you live.

Τί ταῦτα ληρεῖς φληναφῶν ἄνω κάτω
Λύκειον, Ακαδήμειαν, Ωιδείου πύλας,
λήρους σοφιστῶν; οὐδὲ ἓν τούτων καλόν.
πίνωμεν, ἐμπίνωμεν, ὦ Σίκων, Σίκων,
χαίρωμεν ἕως ἔνεστι τὴν ψυχὴν τρέφειν.
τύρβαζε, Μανη γαστρὸς οὐδὲν ἥδιον.
αὕτη πατήρ σοι καὶ πάλιν μήτηρ μόνη.
ἀρεταὶ δὲ πρεσβεῖαί τε καὶ στρατηγίαι
κόμποι κενοὶ ψοφοῦσιν ἀντ ̓ ὀνειράτων.
ψύξει σε δαίμων τῷ πεπρωμένω χρόνῳ
ἕξεις δ ̓ ὅσ ̓ ἂν φάγῃς τε καὶ πιῄς μόνα
σποδὸς δὲ τἄλλα, Περικλέης, Κόδρος, Κίμων.

[ Asotodidascalus, Fragm. ]

[blocks in formation]
[merged small][merged small][merged small][ocr errors]

II.

Poverty.

Εστιν ἀνήρ μοι πτωχὸς, κἀγὼ
γραῦς καὶ θυγάτηρ καὶ παῖς υἱὸς
χῆδ ̓ ἡ χρηστὴ πένθ ̓ οἱ πάντες.
τούτων οἱ τρεῖς δειπνοῦμεν
δύο δ ̓ αὐτοῖς συγκοινωνούμεν

μάζης μικρᾶς. φθόγγους δ ̓ ἀλύρους
θρηνοῦμεν ἐπὰν μηδὲν ἔχωμεν,
χρῶμα δ ̓ ἀσίτων ἡμῶν ὄντων

γίγνεται ὠχρόν. τὰ μέρη δ' ἡμῶν
χἡ σύνταξις τοῦ βίου ἐστὶν
κύαμος θέρμος λάχανον κ
γογγυλίς ὦχρος λάθυρος φηγός
βολβὸς τέττιξ ἐρέβινθος ἀχρὰς

*

τό τε θειοφανές μητρῷον ἐμοὶ

μελέδημ ̓ ἰσχὰς,

Φρυγίας ευρήματα συκῆς.

III.

*

[ Olynthia, Fragm. 1. ]

The universe in a dish.

Ἔλαθον γενόμενος οὗ τὸ πρᾶγμ ̓ ἠβούλετο. κατὰ χειρὸς ἐδόθη· τὴν τράπεζαν ἧκ ̓ ἔχων, ἐφ ̓ ἧς ἐπέκειτ ̓ οὐ τυρὸς οὐδ ̓ ἐλαῶν γένη

X

15

« السابقةمتابعة »