صور الصفحة
PDF
النشر الإلكتروني

EPIGRAMS.

I.

i.

*Ασβεστον κλέος οἶδε φίλῃ περὶ πατρίδι θέντες

κυάνεον θανάτου ἀμφεβάλοντο νέφος

οὐδὲ τεθνᾶσι θανόντες, ἐπεί σφ ̓ ἀρετὴ καθύπερθεν

κυδαίνουσ ̓ ἀνάγει δώματος ἐξ' Αίδεω.

ii.

Ω ξεῖν, ἀγγέλλειν Λακεδαιμονίοις, ὅτι τῇδε κείμεθα, τοῖς κείνων ῥήμασι πειθόμενοι.

iii.

Χαίρετ' ἀριστῆες πολέμου μέγα κύδος ἔχοντες

κούροι Αθηναίων ἔξοχοι ἱπποσύνῃ,

οἵ ποτε καλλιχόρου περὶ πατρίδος ὠλέσαθ ̓ ἥβην πλείστοις Ελλάνων ἀντία μαρνάμενοι.

Simonides.

Simonides.

Simonides.

iv.

Μνῆμα τόδε κλεινοῖο Μεγιστία, ὅν ποτε Μῆδοι Σπερχειὸν ποταμὸν κτεῖναν ἀμειψάμενοι, μάντιος, ὃς τότε Κῆρας ἐπερχομένας σάφα εἰδὼς

οὐκ ἔτλη Σπάρτης ἡγεμόνας προλιπεῖν.

γ.

Τόνδε ποθ' Ελλανες ῥώμῃ χερός, ἔργῳ "Αρηος, εὐτόλμῳ φυχᾶς λήματι πειθόμενοι,

Πέρσας ἐξελάσαντες, ἐλεύθερον Ἑλλάδι κόσμον,

ἱδρύσαντο Διὸς βωμὸν Ἐλευθερίου.

vi.

Οἵδε ποτ' Αἰγαίοιο βαρύ βρομον οἶδμα λιπόντες
Ἐκβατάνων πεδίῳ κείμεθα ἐν μεσάτῳ.

χαῖρε κλυτή ποτε πατρὶς Ερέτρια, χαίρετ' ̓Αθῆναι
γείτονες Εὐβοίης, χαῖρε θάλασσα φίλη.

vii.

Οἵδε πάτρας ἕνεκα σφετέρας εἰς δῆριν ἔθεντο ὅπλα, καὶ ἀντιπάλων ὕβριν ἀπεσκέδασαν. μαρνάμενοι δ ̓ ἀρετῆς καὶ δείματος οὐκ ἐσάωσαν ψυχὰς ἀλλ ̓ Αΐδην κοινὸν ἔθεντο βραβῆν, οὕνεκεν Ελλήνων, ὡς μὴ ζυγὸν αὐχένι θέντες

δουλοσύνης στυγερὰν ἀμφὶς ἔχωσιν ὕβριν.

Simonides.

Simonides.

Plato.

γαῖα δὲ πατρὶς ἔχει κόλποις τῶν πλεῖστα καμόντων

σώματ', ἐπεὶ θνητοῖς ἐκ Διὸς ἥδε κρίσις

μηδὲν ἁμαρτεῖν ἐστι θεῶν καὶ πάντα κατορθοῦν,

ἐν βιότῃ μοῖραν δ ̓ οὔτι φυγεῖν ἔπορεν.

viii.

̓Ανδρὸς ἀριστεύσαντος ἐν Ἑλλάδι τῶν ἐφ ̓ ἑαυτοῦ
Ιππίου ̓Αρχεδίκην ἥδε κέκευθε κόνις.

ἢ πατρός τε καὶ ἀνδρὸς ἀδελφῶν τ ̓ οὖσα τυράννων
παίδων τ', οὐκ ἤρθη νοῦν ἐς ἀτασθαλίην.

ix.

Τύμβος ̓Αχιλλῆος ῥηξήνορος, ὅν ποτ' ̓Αχαιοί δώμησαν, Τρώων δεῖμα καὶ ἐσσομένων· αἰγιαλῶ δὲ νένευκεν, ἵνα στοναχῇσι θαλάσσης κυδαίνοιτο πάϊς τῆς ἁλίας Θέτιδος.

Simonides.

Χ.

Μή με τάφῳ σύγκρινε τὸν Εκτορα, μηδ ̓ ἐπὶ τύμβῳ μέτρει τὸν πάσης Ἑλλάδος ἀντίπαλον.

Ιλιὰς, αὐτὸς Ομηρος ἐμοὶ τάφος, Ἑλλὰς, Αχαιοὶ φεύγοντες, τούτοις πᾶσιν ἐχωννύμεθα·

εἰ δ ̓ ὀλίγην ἀθρεῖς ἐπ ̓ ἐμοὶ κόνιν, οὐκ ἐμοὶ αἶσχος Ἑλλήνων ἐχθραῖς χερσὶν ἐχωννύμεθα.

II.

i.

Χείματος ηνεμόεντος ἀπ' αἰθέρος οἰχομένοιο
πορφυρέη μείδησε φερανθέος εἴαρος ὥρη.
γαῖα δὲ κυανέη χλοερὴν ἐστέψατο ποίην
καὶ φυτὰ θηλήσαντα νέοις ἐκόμησε πετήλοις.
οἱ δ ̓ ἁπαλὴν πίνοντες ἀεξιφύτου δρόσον Ηοῦς
λειμώνες γελόωσιν ἀνοιγομένοιο ῥόδοιο..
χαίρει καὶ σύριγγι νομεὺς ἐν ὄρεσσι λιγαίνων
καὶ πολιοῖς ἐρίφοις ἐπιτέρπεται αἰπόλος αἰγῶν.
ἤδη δὲ πλώουσιν ἐπ ̓ εὐρέα κύματα ναῦται
πνοιῇ ἀπημάντῳ Ζεφύρου λίνα κολπώσαντες.
ἤδη δ ̓ εὐάζουσι φερεσταφύλῳ Διονύσῳ
ἄνθεϊ βοτρυόεντος ἐρεψάμενοι τρίχα κισσοῦ.
ἔργα δὲ τεχνήεντα βοηγενέεσσι μελίσσαις
καλὰ μέλει καὶ σίμβλῳ ἐφήμεναι ἐργάζονται
λευκὰ πολυτρήτοιο νεόρρυτα κάλλεα κηροῦ.
πάντη δ ̓ ὀρνίθων γενεὴ λιγύφωνον ἀείδει

ἀλκυόνες περὶ κῦμα, χελιδόνες ἀμφὶ μέλαθρα,
κύκνος ἐπ ̓ ὄχθαισιν ποταμοῦ, καὶ ὑπ ̓ ἄλσος ἀηδών.

εἰ δὲ φυτῶν χαίρουσι κόμαι καὶ γαῖα τέθηλε
συρίζει δὲ νομεὺς καὶ τέρπεται εὔκομα μῆλα
καὶ ναῦται πλώουσι Διώνυσος δὲ χορεύει

καὶ μέλπει πετεηνὰ καὶ ὠδίνουσι μέλισσαι,

[ocr errors][merged small][merged small][merged small]

πῶς οὐ χρὴ καὶ ἀοιδὸν ἐν εἴαρι καλὸν ἀεῖσαι ; Meleager (?).

ii.

Ο πλόος ὡραῖος καὶ γὰρ λαλαγεῦσα χελιδὼν ἤδη μέμβλωκεν, χώ χαρίεις Ζέφυρος λειμῶνες δ ̓ ἀνθεῦσι, σεσίγηκεν δὲ θάλασσα κύμασι καὶ τρηχεῖ πνεύματι βρασσομένη. ἀγκύρας ἀνέλοιο, καὶ ἐκλύσαιο γύαια,

ναυτίλε, καὶ πλώοις πᾶσαν ἐφεὶς ὀθόνην.

ταῦθ ̓ ὁ Πρίηπος ἐγὼν ἐπιτέλλομαι, ὁ λιμενίτας, ὤνθρωφ ̓, ὡς πλώοις πᾶσαν ἐπ ̓ ἐμπορίην.

Leonidas.

iii.

Ἡμεῖς μὲν πατέοντες ἀπείρονα καρπὸν Ἰάκχου
ἄμμιγα βακχευτὴν ῥυθμὸν ἀνεπλέκομεν.

ἤδη δ' ἄσπετον οἶδμα κατέρρεεν· οἷα δὲ λέμβοι
κισσύβια γλυκερῶν νήχεθ ̓ ὑπὲρ ῥοθίων,
οἷσιν ἀρυσσάμενοι σχέδιον ποτὸν ὄνομεν ἤδη,
θερμῶν Νηϊάδων οὐ μάλα δευόμενοι.

ἡ δὲ καλὴ ποτὶ ληνὸν ὑπερκύπτουσα ‘Ροδάνθη
μαρμαρυγῆς κάλλους νάμα κατηγλάϊσεν.

πάντων δ ̓ ἐκδεδύνηντο θοαὶ φρένες, οὐδέ τις ἡμέων ἦεν, ὃς οὐ Βάκχῳ δάμνατο καὶ Παφίῃ,

[ocr errors][merged small][merged small]

τλήμονες· ἀλλ' ὁ μὲν εἶπε παραὶ ποσὶν ἄφθονος ἡμῖν·

τῆς δ ̓ ἄρ ̓ ὑπ' ἐλπωρῇ μοῦνον ἐπαιζόμεθα.

Agathias.

« السابقةمتابعة »